Matthew 27

1Πρωΐας δὲ γενομένης συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ κατὰ τοῦ Ἰησοῦ ὥστε θανατῶσαι αὐτόν· 2καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ
 παρέδωκαν = WH Treg NA/NIV: || παρέδωκαν αὐτὸν Ποντίῳ = RP
παρέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι.

3Τότε ἰδὼν Ἰούδας
 παραδιδοὺς = Treg NA/NIV RP: || παραδοὺς = WH
παραδιδοὺς αὐτὸν ὅτι κατεκρίθη μεταμεληθεὶς
 ἔστρεψεν = WH Treg NA/NIV: || ἀπέστρεψεν = RP
ἔστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν
 καὶ = WH Treg NA/NIV: || καὶ τοῖς = RP
καὶ πρεσβυτέροις
4λέγων· Ἥμαρτον παραδοὺς αἷμα
 ἀθῷον = Treg NA/NIV RP: || δίκαιον = WH
ἀθῷον. οἱ δὲ εἶπαν· Τί πρὸς ἡμᾶς; σὺ
 ὄψῃ = WH Treg NA/NIV: || ὄψει = RP
ὄψῃ.
5καὶ ῥίψας τὰ ἀργύρια
 εἰς τὸν ναὸν = WH Treg NA/NIV: || ἐν τῷ ναῷ = RP
εἰς τὸν ναὸν ⸃ ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο.
6οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν· Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν· 7συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν Ἀγρὸν τοῦ Κεραμέως εἰς ταφὴν τοῖς ξένοις. 8διὸ ἐκλήθη ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. 9τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι κύριος.

11 δὲ Ἰησοῦς
 ἐστάθη = WH Treg NA/NIV: || ἔστη = RP
ἐστάθη ἔμπροσθεν τοῦ ἡγεμόνος· καὶ ἐπηρώτησεν αὐτὸν ἡγεμὼν λέγων· Σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων; δὲ Ἰησοῦς
 ἔφη = WH NA/NIV: || ἔφη αὐτῷ = Treg RP
ἔφη· Σὺ λέγεις.
12καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων
 καὶ = WH NA/NIV: || καὶ τῶν = Treg RP
καὶ πρεσβυτέρων οὐδὲν ἀπεκρίνατο.
13τότε λέγει αὐτῷ Πιλᾶτος· Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν; 14καὶ οὐκ ἀπεκρίθη αὐτῷ πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.

15Κατὰ δὲ ἑορτὴν εἰώθει ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον ὃν ἤθελον. 16εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον
 Ἰησοῦν = Holmes NA: || [omit] = WH Treg NIV RP
Ἰησοῦν Βαραββᾶν.
17συνηγμένων οὖν αὐτῶν εἶπεν αὐτοῖς Πιλᾶτος· Τίνα θέλετε ἀπολύσω ὑμῖν,
 Ἰησοῦν τὸν = Holmes NA: || τὸν = WH; || [omit] = Treg NIV RP
Ἰησοῦν τὸν ⸃ Βαραββᾶν Ἰησοῦν τὸν λεγόμενον χριστόν;
18ᾔδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν. 19Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος ἀπέστειλεν πρὸς αὐτὸν γυνὴ αὐτοῦ λέγουσα· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾽ ὄναρ δι᾽ αὐτόν. 20Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21ἀποκριθεὶς δὲ ἡγεμὼν εἶπεν αὐτοῖς· Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν; οἱ δὲ εἶπαν·
 Τὸν = WH Treg NA/NIV: || [omit] = RP
Τὸν Βαραββᾶν.
22λέγει αὐτοῖς Πιλᾶτος· Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον χριστόν;
 λέγουσιν = WH Treg NA/NIV: || λέγουσιν αὐτῷ = RP
λέγουσιν πάντες· Σταυρωθήτω.
23
 δὲ = WH Treg NA/NIV: || δὲ ἡγεμὼν = RP
δὲ ἔφη· Τί γὰρ κακὸν ἐποίησεν; οἱ δὲ περισσῶς ἔκραζον λέγοντες· Σταυρωθήτω.

24ἰδὼν δὲ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας
 ἀπέναντι = NA/NIV RP: || κατέναντι = WH Treg
ἀπέναντι τοῦ ὄχλου λέγων· Ἀθῷός εἰμι ἀπὸ τοῦ
 αἵματος = WH NA/NIV: || αἵματος τοῦ δικαίου = Treg RP
αἵματος τούτου· ὑμεῖς ὄψεσθε.
25καὶ ἀποκριθεὶς πᾶς λαὸς εἶπεν· Τὸ αἷμα αὐτοῦ ἐφ᾽ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. 26τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν φραγελλώσας παρέδωκεν ἵνα σταυρωθῇ.

27Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον ἐπ᾽ αὐτὸν ὅλην τὴν σπεῖραν. 28καὶ ἐκδύσαντες αὐτὸν
 χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ = WH Treg NA/NIV: || περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην = RP
χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ ⸃,
29καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ
 τῆς κεφαλῆς = WH Treg NA/NIV: || τὴν κεφαλὴν = RP
τῆς κεφαλῆς ⸃ αὐτοῦ καὶ κάλαμον
 ἐν τῇ δεξιᾷ = WH Treg NA/NIV: || ἐπὶ τὴν δεξιὰν = RP
ἐν τῇ δεξιᾷ ⸃ αὐτοῦ, καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ
 ἐνέπαιξαν = WH NA/NIV: || ἐνέπαιζον = Treg RP
ἐνέπαιξαν αὐτῷ λέγοντες· Χαῖρε,
 βασιλεῦ = WH Treg NA/NIV: || ὁ βασιλεὺς = RP
βασιλεῦ τῶν Ἰουδαίων,
30καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.

32Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ἐστιν
 Κρανίου Τόπος λεγόμενος = WH Treg NA/NIV: || λεγόμενος Κρανίου Τόπος = RP
Κρανίου Τόπος λεγόμενος ⸃,
34ἔδωκαν αὐτῷ πιεῖν
 οἶνον = WH Treg NA/NIV: || ὄξος = RP
οἶνον μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ
 ἠθέλησεν = WH Treg NA/NIV: || ἤθελεν = RP
ἠθέλησεν πιεῖν.
35σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βάλλοντες κλῆρον, 36καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην· Οὗτός ἐστιν Ἰησοῦς βασιλεὺς τῶν Ἰουδαίων.

38Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40καὶ λέγοντες· καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ,
 κατάβηθι = WH Treg NIV RP: || καὶ κατάβηθι = NA
κατάβηθι ἀπὸ τοῦ σταυροῦ.
41ὁμοίως
 καὶ = WH NA/NIV: || δὲ καὶ = Treg RP
καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ
 πρεσβυτέρων = WH Treg NA/NIV: || πρεσβυτέρων καὶ Φαρισαίων = RP
πρεσβυτέρων ἔλεγον·
42Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι·
 βασιλεὺς = WH Treg NA/NIV: || Εἰ βασιλεὺς = RP
βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ᾽
 αὐτόν = WH Treg NA/NIV: || αὐτῷ = RP
αὐτόν.
43πέποιθεν ἐπὶ τὸν θεόν, ῥυσάσθω
 νῦν = WH NA/NIV: || νῦν αὐτόν = Treg RP
νῦν εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι Θεοῦ εἰμι υἱός.
44τὸ δ᾽ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες
 σὺν = WH Treg NA/NIV: || [omit] = RP
σὺν αὐτῷ ὠνείδιζον αὐτόν.

45Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46περὶ δὲ τὴν ἐνάτην ὥραν
 ἀνεβόησεν = NA/NIV RP: || ἐβόησεν = WH Treg
ἀνεβόησεν Ἰησοῦς φωνῇ μεγάλῃ λέγων·
 Ἠλὶ ἠλὶ = Treg RP NA: || Ἐλωῒ ἐλωῒ = WH NIV
Ἠλὶ ἠλὶ ⸃ λεμὰ σαβαχθάνι; τοῦτ᾽ ἔστιν· Θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες;
47τινὲς δὲ τῶν ἐκεῖ
 ἑστηκότων = WH Treg NA/NIV: || ἑστώτων = RP
ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος.
48καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν. 49οἱ δὲ λοιποὶ
 ἔλεγον = NA/NIV RP: || εἶπαν = WH Treg
ἔλεγον· Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων
 αὐτόν = Treg NA/NIV RP: || αὐτόν [[ἄλλος δὲ λαβὼν λόγχην ἔνυξεν αὐτοῦ τὴν πλευράν, καὶ ἐξῆλθεν ὕδωρ καὶ αἷμα]] = WH
αὐτόν.
50 δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. 51καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη
 ἀπ᾽ ἄνωθεν ἕως κάτω εἰς δύο = WH Treg NA/NIV: || εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω = RP
ἀπ᾽ ἄνωθεν ἕως κάτω εἰς δύο ⸃, καὶ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν,
52καὶ τὰ μνημεῖα ἀνεῴχθησαν καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων
 ἠγέρθησαν = WH Treg NA/NIV: || ἠγέρθη = RP
ἠγέρθησαν,
53καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς. 54 δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν ἰδόντες τὸν σεισμὸν καὶ τὰ
 γενόμενα = NA/NIV RP: || γινόμενα = WH Treg
γενόμενα ἐφοβήθησαν σφόδρα λέγοντες· Ἀληθῶς
 θεοῦ υἱὸς = WH NA/NIV RP: || υἱὸς θεοῦ = Treg
θεοῦ υἱὸς ⸃ ἦν οὗτος.

55Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· 56ἐν αἷς ἦν Μαρία Μαγδαληνὴ καὶ Μαρία τοῦ Ἰακώβου καὶ
 Ἰωσὴφ = WH NA: || Ἰωσῆ = Treg NIV RP
Ἰωσὴφ μήτηρ καὶ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.

57Ὀψίας δὲ γενομένης ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἁριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς
 ἐμαθητεύθη = WH Treg NA/NIV: || ἐμαθήτευσεν = RP
ἐμαθητεύθη τῷ Ἰησοῦ·
58οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. τότε Πιλᾶτος ἐκέλευσεν
 ἀποδοθῆναι = WH NA/NIV: || ἀποδοθῆναι τὸ σῶμα = Treg RP
ἀποδοθῆναι.
59καὶ λαβὼν τὸ σῶμα Ἰωσὴφ ἐνετύλιξεν
 αὐτὸ = RP: || αὐτὸ ἐν = WH Treg NA/NIV
αὐτὸ σινδόνι καθαρᾷ,
60καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. 61ἦν δὲ ἐκεῖ
 Μαριὰμ = WH NA/NIV: || Μαρία = Treg RP
Μαριὰμ Μαγδαληνὴ καὶ ἄλλη Μαρία καθήμεναι ἀπέναντι τοῦ τάφου.

62Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον 63λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος πλάνος εἶπεν ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι· 64κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ
 αὐτοῦ = Treg NA/NIV: || [omit] = WH; || αὐτοῦ νυκτὸς = RP
αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ· Ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἔσται ἐσχάτη πλάνη χείρων τῆς πρώτης.
65
 ἔφη = WH Treg NA/NIV: || ἔφη δὲ = RP
ἔφη αὐτοῖς Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.
66οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.



Copyright information for SBLG